Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36 Dem. 37 (English) >>Dem. 38

Παραγραφὴ πρὸς Πανταίνετον

37.1δεδωκότων, ἄνδρες δικασταί, τῶν νόμων παραγράψασθαι περὶ ὧν ἄν τις ἀφεὶς καὶ ἀπαλλάξας δικάζηται, γεγενημένων ἀμφοτέρων μοι τούτων πρὸς Πανταίνετον τουτονί, παρεγραψάμην, ὡς ἠκούσατʼ ἀρτίως, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, οὐκ οἰόμενος δεῖν ἀφεῖσθαι τοῦ δικαίου τούτου, οὐδʼ, ἐπειδὰν ἐξελέγξω πρὸς ἅπασι τοῖς ἄλλοις καὶ ἀφεικότα τοῦτον ἐμαυτὸν καὶ ἀπηλλαγμένον, ἐγγενέσθαι τούτῳ μὴ φάσκειν ἀληθῆ με λέγειν, καὶ ποιεῖσθαι τεκμήριον ὡς, εἴπερ ἐπράχθη τι τοιοῦτον, παρεγραψάμην ἂν αὐτόν, ἀλλʼ ἐπὶ ταύτης τῆς σκήψεως εἰσελθὼν ἀμφότερʼ ὑμῖν ἐπιδεῖξαι, καὶ ὡς οὐδὲν ἠδίκηκα τοῦτον καὶ ὡς παρὰ τὸν νόμον μοι δικάζεται. 37.2εἰ μὲν οὖν ἐπεπόνθει τι τούτων Πανταίνετος ὧν νῦν ἐγκαλεῖ, κατʼ ἐκείνους ἂν τοὺς χρόνους εὐθὺς ἐφαίνετό μοι δικαζόμενος, ἐν οἷς τὸ συμβόλαιον ἡμῖν πρὸς ἀλλήλους ἐγένετο, οὐσῶν μὲν ἐμμήνων τούτων τῶν δικῶν, ἐπιδημούντων δʼ ἡμῶν ἀμφοτέρων, ἁπάντων δʼ ἀνθρώπων εἰωθότων παρʼ αὐτὰ τἀδικήματα μᾶλλον χρόνων ἐγγεγενημένων ἀγανακτεῖν. ἐπειδὴ δʼ οὐδὲν ἠδικημένος, ὡς καὶ ὑμεῖς οἶδʼ ὅτι φήσετε, ἐπειδὰν τὰ πεπραγμένʼ ἀκούσητε, τῷ κατορθῶσαι τὴν πρὸς Εὔεργον δίκην ἐπηρμένος συκοφαντεῖ, ὑπόλοιπόν ἐστι παρʼ ὑμῖν, ἄνδρες δικασταί, ἐπιδείξανθʼ ὡς οὐδʼ ὁτιοῦν ἀδικῶ, καὶ μάρτυρας ὧν ἂν λέγω παρασχόμενον, πειρᾶσθαι σῴζειν ἐμαυτόν. 37.3δεήσομαι δὲ καὶ μέτρια καὶ δίκαιʼ ὑμῶν ἁπάντων, ἀκοῦσαί τέ μου περὶ ὧν παρεγραψάμην εὐνοϊκῶς, καὶ προσέχειν ὅλῳ τῷ πράγματι τὸν νοῦν· πολλῶν γὰρ δικῶν ἐν τῇ πόλει γεγενημένων, οὐδένα πω δίκην οὔτʼ ἀναιδεστέραν οὔτε συκοφαντικωτέραν οἴομαι φανήσεσθαι δεδικασμένον ἧς νῦν οὑτοσὶ λαχὼν εἰσελθεῖν τετόλμηκεν. ἐξ ἀρχῆς δʼ, ὡς ἂν οἷός τʼ διὰ βραχυτάτων, ἅπαντα τὰ πραχθέντα διηγήσομαι πρὸς ὑμᾶς.

37.4ἐδανείσαμεν πέντε καὶ ἑκατὸν μνᾶς ἐγὼ καὶ Εὔεργος, ἄνδρες δικασταί, Πανταινέτῳ τουτῳί, ἐπʼ ἐργαστηρίῳ τʼ ἐν τοῖς ἔργοις ἐν Μαρωνείᾳ καὶ τριάκοντʼ ἀνδραπόδοις. ἦν δὲ τοῦ δανείσματος τετταράκοντα μὲν καὶ πέντε μναῖ ἐμαί, τάλαντον δʼ Εὐέργου. συνέβαινε δὲ τοῦτον ὀφείλειν Μνησικλεῖ μὲν Κολλυτεῖ τάλαντον, Φιλέᾳ δʼ Ἐλευσινίῳ καὶ Πλείστορι πέντε καὶ τετταράκοντα μνᾶς. 37.5πρατὴρ μὲν δὴ τοῦ ἐργαστηρίου καὶ τῶν ἀνδραπόδων Μνησικλῆς ἡμῖν γίγνεται (καὶ γὰρ ἐώνητʼ ἐκεῖνος αὐτὰ τούτῳ παρὰ Τηλεμάχου τοῦ πρότερον κεκτημένουμισθοῦται δʼ οὗτος παρʼ ἡμῶν τοῦ γιγνομένου τόκου τῷ ἀργυρίῳ, πέντε καὶ ἑκατὸν δραχμῶν τοῦ μηνὸς ἑκάστου. καὶ τιθέμεθα συνθήκας, ἐν αἷς τε μίσθωσις ἦν γεγραμμένη καὶ λύσις τούτῳ παρʼ ἡμῶν ἔν τινι ῥητῷ χρόνῳ. 37.6πραχθέντων δὲ τούτων ἐλαφηβολιῶνος μηνὸς ἐπὶ Θεοφίλου ἄρχοντος, ἐγὼ μὲν ἐκπλέων εἰς τὸν Πόντον εὐθὺς ᾠχόμην, οὗτος δʼ ἐνθάδʼ ἦν καὶ Εὔεργος. τὰ μὲν δὴ πραχθέντα τούτοις πρὸς αὑτούς, ἕως ἀπεδήμουν ἐγώ, οὐκ ἂν ἔχοιμʼ εἰπεῖν. οὔτε γὰρ ταὐτὰ λέγουσιν οὔτʼ ἀεὶ ταὔθʼ οὗτός γε, ἀλλὰ τοτὲ μὲν ἐκπεσεῖν ὑπʼ ἐκείνου βίᾳ παρὰ τὰς συνθήκας ἐκ τῆς μισθώσεως, τοτὲ δʼ αὐτὸν αἴτιον αὑτῷ πρὸς τὸ δημόσιον γενέσθαι τῆς ἐγγραφῆς, τοτὲ δʼ ἄλλʼ τι ἂν βούληται. 37.7ἐκεῖνος δʼ ἁπλῶς οὔτε τοὺς τόκους ἀπολαμβάνων οὔτε τῶν ἄλλων τῶν ἐν ταῖς συνθήκαις ποιοῦντος οὐδὲν τούτου, ἐλθὼν παρʼ ἑκόντος τούτου λαβὼν ἔχειν τὰ ἑαυτοῦ· μετὰ δὲ ταῦτʼ ἀπελθόντα τοῦτον ἥκειν τοὺς ἀμφισβητήσοντας ἄγοντα, αὐτὸς δʼ οὐχ ὑπεξελθεῖν ἐκείνοις, τοῦτον δʼ οὐχὶ κωλύειν ἔχειν ὅσαπερ ἐμισθώσατο, εἰ ποιοίη τὰ συγκείμενα. 37.8τούτων μὲν δὴ τοιούτους ἀκούω λόγους. ἐκεῖνο δʼ οἶδʼ ὅτι, εἰ μὲν οὗτος ἀληθῆ λέγει καὶ δεινὰ πέπονθεν, ὥσπερ φησίν, ὑπὸ τοῦ Εὐέργου, ἔχει δίκην ἧς ἐτιμήσατʼ αὐτός· εἷλεν γὰρ εἰσελθὼν αὐτὸν ὡς ὑμᾶς, καὶ οὐ δήπου τῶν αὐτῶν παρά τε τοῦ πεποιηκότος δίκαιός ἐστιν δίκην λαβεῖν καὶ παρʼ ἐμοῦ τοῦ μηδʼ ἐπιδημοῦντος· εἰ δʼ Εὔεργος ἀληθῆ λέγει, σεσυκοφάντηται μὲν ὡς ἔοικεν ἐκεῖνος, ἐγὼ δʼ οὐδʼ οὕτως τῶν αὐτῶν φεύγοιμʼ ἂν δίκην εἰκότως. ὡς οὖν ταῦτα πρῶτον ἀληθῆ λέγω, τούτων τοὺς μάρτυρας ὑμῖν παρέξομαι.Μάρτυρες

37.9ὅτι μὲν τοίνυν καὶ πρατὴρ ἦν ἡμῖν τῶν κτημάτων ὅσπερ ἐξ ἀρχῆς αὐτὸς ἐώνητο, καὶ κατὰ τὰς συνθήκας οὗτος ἐμισθώσαθʼ ἡμέτερον ὂν τὸ ἐργαστήριον καὶ τἀνδράποδα, καὶ οὔτε παρῆν ἐγὼ τοῖς μετὰ ταῦτα πρὸς Εὔεργον τούτῳ πραχθεῖσιν οὔτʼ ἐπεδήμουν ὅλως, ἔλαχέν τε δίκην ἐκείνῳ καὶ οὐδὲν πώποθʼ ἡμῖν ἐνεκάλει, ἀκούετε τῶν μαρτύρων, ἄνδρες δικασταί. 37.10ἐπειδὴ τοίνυν ἀφικόμην σχεδόν τι πάντʼ ἀπολωλεκὼς ὅσʼ ἔχων ἐξέπλευσα, ἀκούσας καὶ καταλαβὼν τοῦτον μὲν ἀφεστηκότα, τὸν δʼ Εὔεργον ἔχοντα καὶ κρατοῦνθʼ ὧν ἐωνήμεθα, θαυμαστῶς ὡς ἐλυπήθην, ὁρῶν τὸ πρᾶγμά μοι περιεστηκὸς εἰς ἄτοπον· γὰρ κοινωνεῖν ἔδει τῆς ἐργασίας καὶ τῶν ἐπιμελειῶν τῷ Εὐέργῳ, χρήστην ἀντὶ τούτου τὸν Εὔεργον ἔχειν, καὶ πρὸς ἐκεῖνον πάλιν μίσθωσιν γράφειν καὶ συμβόλαιον ποιεῖσθαι· τούτων δʼ οὐδέτερον προῃρούμην. 37.11ἀηδῶς δʼ ἔχων οἷς λέγω τούτοις, ἰδὼν τὸν Μνησικλέα τὸν πρατῆρα τούτων ἡμῖν γεγενημένον, προσελθὼν ἐμεμφόμην αὐτῷ, λέγων οἷον ἄνθρωπον προὐξένησέ μοι, καὶ τοὺς ἀμφισβητοῦντας καὶ τί ταῦτʼ ἐστὶν ἠρώτων. ἀκούσας δʼ ἐκεῖνος τῶν μὲν ἀμφισβητούντων κατεγέλα, συνελθεῖν δʼ ἔφη τούτους βούλεσθαι πρὸς ἡμᾶς, καὶ συνάξειν αὐτὸς ἡμᾶς, καὶ παραινέσειν τούτῳ πάντα ποιεῖν τὰ δίκαιʼ ἐμοί, καὶ οἴεσθαι πείσειν. 37.12ὡς δὲ συνήλθομεν, τὰ μὲν πολλὰ τί δεῖ λέγειν; ἧκον δʼ οἱ δεδανεικέναι φάσκοντες τούτῳ ἐπὶ τῷ ἐργαστηρίῳ καὶ τοῖς ἀνδραπόδοις ἡμεῖς ἐπριάμεθα παρὰ Μνησικλέους, καὶ οὐδὲν ἦν ἁπλοῦν οὐδʼ ὑγιὲς τούτων. πάντα δʼ ἐξελεγχόμενοι ψευδῆ λέγοντες, καὶ τοῦ Μνησικλέους βεβαιοῦντος ἡμῖν, προκαλοῦνται πρόκλησιν ἡμᾶς ὡς οὐ δεξομένους, κομίσασθαι πάντα τὰ χρήματα παρʼ αὑτῶν καὶ ἀπελθεῖν, διαλῦσαι σφᾶς ὑπὲρ ὧν ἐνεκάλουν, αἰτιώμενοι πολλῷ πλείονος ἄξιʼ ἔχειν ὧν ἐδεδώκεμεν χρημάτων. 37.13ἀκούσας δʼ ἐγώ, παραχρῆμα, οὐδὲ βουλευσάμενος, κομίσασθαι συνεχώρησα, καὶ τὸν Εὔεργον ἔπεισα. ἐπειδὴ δʼ ἔδει τὰ χρήμαθʼ ἡμᾶς ἀπολαμβάνειν καὶ τὸ πρᾶγμʼ εἰς τοῦτο προῆκτο, οὐκ ἔφασαν μετὰ ταῦτα δώσειν οἱ τότʼ ἐκεῖνʼ ἐπαγγειλάμενοι, εἰ μὴ πρατῆρες γιγνοίμεθʼ ἡμεῖς τῶν κτημάτων αὐτοῖς, νοῦν ἔχοντες, ἄνδρες Ἀθηναῖοι, κατʼ αὐτό γε τοῦτο· ἑώρων γὰρ ἡμᾶς οἷʼ ἐσυκοφαντούμεθʼ ὑπὸ τούτου. ὡς οὖν καὶ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτας τὰς μαρτυρίας.Μαρτυρίαι

37.14ἐπειδὴ τοίνυν τὸ πρᾶγμʼ ἐνταῦθʼ εἱστήκει, καὶ τὰ μὲν χρήματʼ οὐ προΐενθʼ οὓς ἐπήγαγεν οὗτος, ἡμεῖς δʼ εἰκότως ἐφαινόμεθʼ ὧν ἐωνήμεθα κρατεῖν, ἱκέτευεν, ἐδεῖτο, ἠντεβόλει πρατῆρας ἡμᾶς γενέσθαι. ἀξιοῦντος δὲ τούτου καὶ πολλὰ δεηθέντος ἐμοῦ καὶ τί οὐ ποιήσαντος; καὶ τοῦθʼ ὑπέμεινα. 37.15ὁρῶν δʼ αὐτόν, ἄνδρες Ἀθηναῖοι, κακοήθη, καὶ τὸ μὲν ἐξ ἀρχῆς τοῦ Μνησικλέους κατηγοροῦντα πρὸς ἡμᾶς, πάλιν δʼ φίλος ἦν τὰ μάλιστα, τῷ Εὐέργῳ, τούτῳ προσκεκρουκότα, καὶ τὸ μὲν πρῶτον ὡς ἐγὼ κατέπλευσα, ἅσμενον φάσκονθʼ ἑορακέναι με, ἐπειδὴ δʼ ἔδει τὰ δίκαια ποιεῖν, ἐμοὶ πάλιν δυσκολαίνοντα, καὶ ἅπασι μέχρι τοῦ προλαβεῖν καὶ τυχεῖν ὧν δέοιτο φίλον ὄντα, μετὰ ταῦτα δʼ ἐχθρὸν καὶ διάφορον γιγνόμενον, 37.16ἠξίουν ἀπαλλαττόμενος καὶ πρατὴρ ὑπὲρ τούτου γιγνόμενος, πάντων ἀφεθεὶς τῶν ἐγκλημάτων καὶ ἀπαλλαγείς, οὕτω διαλύεσθαι. τούτων δὲ συγχωρηθέντων οὗτος μὲν ἀφῆκεν ἁπάντων ἐμέ, ἐγὼ δὲ πρατήρ, ὥσπερ ἐδεῖθʼ οὗτος, τῶν κτημάτων ἐγιγνόμην, καθάπερ αὐτὸς ἐπριάμην παρὰ Μνησικλέους. κομισάμενος δὲ τἀμαυτοῦ καὶ τοῦτον οὐδʼ ὁτιοῦν ἀδικῶν, μὰ τοὺς θεούς, οὐδʼ ἂν εἴ τι γένοιτο, ᾠήθην ἂν δίκην μοι λαχεῖν ποτὲ τουτονί.

37.17τὰ μὲν δὴ γεγενημένα, καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον, καὶ διʼ τὴν δίκην συκοφαντούμενος παρεγραψάμην μὴ εἰσαγώγιμον εἶναι, ταῦτʼ ἐστιν, ἄνδρες δικασταί. παρασχόμενος δὲ μάρτυρας οἳ παρῆσαν ἡνίκʼ ἀφιέμην ὑπὸ τούτου καὶ ἀπηλλαττόμην, ὡς οὐκ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν δίκη, μετὰ ταῦτʼ ἐπιδείξω. καί μοι λέγε ταύτην τὴν μαρτυρίαν.Μαρτυρία

λέγε δή μοι καὶ τὴν τῶν ἐωνημένων μαρτυρίαν, ἵνʼ εἰδῆθʼ ὅτι τούτου κελεύοντος αὔτʼ ἀπεδόμην οἷς οὗτος ἐκέλευσεν.Μαρτυρία

37.18οὐ τοίνυν μόνον ἡμῖν εἰσιν οὗτοι μάρτυρες, ὡς ἀφείμεθα καὶ νῦν συκοφαντούμεθα, ἀλλὰ καὶ Πανταίνετος αὐτός. ὅτε γὰρ λαγχάνων Εὐέργῳ τὴν δίκην εἴασεν ἐμέ, τότʼ ἐμαρτύρει οὗτος πρὸς ἔμʼ αὑτῷ μηδὲν ἔγκλημʼ ὑπόλοιπον εἶναι· οὐ γὰρ ἂν δήπου, τῶν αὐτῶν ἀδικημάτων παρόντων, ἀμφοῖν δʼ ὁμοίως ἐγκαλῶν, τὸν μὲν εἴασεν τῷ δʼ ἐδικάζετο. ἀλλὰ μὴν ὅτι γʼ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων πάλιν λαγχάνειν, οἶμαι μὲν ὑμᾶς καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώσκειν· ὅμως δὲ λέγʼ αὐτοῖς καὶ τὸν νόμον τουτονί.Νόμος

37.19ἀκούετʼ, ἄνδρες δικασταί, τοῦ νόμου λέγοντος ἄντικρυς, ὧν ἂν ἀφῇ καὶ ἀπαλλάξῃ τις, μηκέτι τὰς δίκας εἶναι. καὶ μὴν ὅτι γʼ ἀμφότερʼ ἐστὶ πεπραγμένα ταῦτα τούτῳ πρὸς ἡμᾶς, ἠκούσατε τῶν μαρτυριῶν. ἁπάντων μὲν τοίνυν τῶν ἐν τοῖς νόμοις ἀπειρημένων οὐ προσήκει δικάζεσθαι, ἥκιστα δὲ τούτων. μὲν γὰρ τὸ δημόσιον πέπρακεν, ἔχοι τις ἂν εἰπεῖν ὡς ἀδίκως οὐ προσήκοντα πέπρακεν· 37.20καὶ περὶ ὧν ἔγνω τὸ δικαστήριον, ἔστιν εἰπεῖν ὡς ἐξαπατηθὲν τοῦτʼ ἐποίησεν, καὶ περὶ τῶν ἄλλων τῶν ἐν τῷ νόμῳ καθʼ ἑκάστου γένοιτʼ ἄν τις εἰκότως λόγος. δʼ αὐτὸς ἐπείσθη καὶ ἀφῆκεν, οὐκ ἔνι δήπουθεν εἰπεῖν οὐδʼ αὑτὸν αἰτιάσασθαι, ὡς οὐ δικαίως ταῦτʼ ἐποίησεν. οἱ μὲν οὖν παρά τι τῶν ἄλλων τούτων δικαζόμενοι τοῖς ὑφʼ ἑτέρων δικαίοις ὡρισμένοις οὐκ ἐμμένουσιν, δʼ ὧν ἂν ἀφῇ πάλιν λαγχάνων τοῖς ὑφʼ ἑαυτοῦ. διὸ πάντων μάλιστʼ ἄξιον τούτοις χαλεπαίνειν.

37.21οὐκοῦν ὡς μὲν ἀφῆκέ με πάντων, ὅτʼ ἐγιγνόμην τῶν ἀνδραπόδων πρατήρ, ἐπέδειξα· ὅτι δʼ οὐκ ἐῶσιν οἱ νόμοι τούτων εἶναι δίκας, ἀκηκόατʼ ἀρτίως ἀναγιγνωσκομένου τοῦ νόμου. ἵνα δʼ, ἄνδρες Ἀθηναῖοι, μή τις οἴηται τοῖς περὶ τῶν πραγμάτων αὐτῶν δικαίοις ἁλισκόμενόν μʼ ἐπὶ τοῦτʼ ἀποχωρεῖν, καὶ καθʼ ἕκαστον ὧν ἐγκαλεῖ βούλομαι δεῖξαι αὐτὸν ψευδόμενον. 37.22λέγε δʼ αὐτὸ τὸ ἔγκλημα, μοι δικάζεται.Ἔγκλημα

ἔβλαψέ με Νικόβουλος ἐπιβουλεύσας ἐμοὶ καὶ τῇ οὐσίᾳ τῇ ἐμῇ, ἀφελέσθαι κελεύσας Ἀντιγένην τὸν ἑαυτοῦ οἰκέτην τὸ ἀργύριον τοῦ ἐμοῦ οἰκέτου, ἔφερεν καταβολὴν τῇ πόλει τοῦ μετάλλου, ἐγὼ ἐπριάμην ἐνενήκοντα μνῶν, καὶ αἴτιος ἐμοὶ γενόμενος ἐγγραφῆναι τὸ διπλοῦν τῷ δημοσίῳ.

37.23ἐπίσχες. ταυτὶ πάντα, νῦν ἐγκέκληκεν ἐμοί, πρότερον τὸν Εὔεργον αἰτιασάμενος τὴν δίκην εἷλε. μεμαρτύρηται μὲν δὴ καὶ ἐν ἀρχῇ μοι τοῦ λόγου πρὸς ὑμᾶς ὡς ἀπεδήμουν, ὅτε τούτοις αἱ πρὸς ἀλλήλους ἐγίγνοντο διαφοραί· οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ ἐγκλήματος τούτου δῆλόν ἐστιν. οὐδαμοῦ γὰρ ὡς ἐγώ τι πεποίηκα τούτων ἔγραψεν, ἀλλʼ ὑπογράψας ἐπιβουλεῦσαί με αὑτῷ καὶ τῇ οὐσίᾳ, προστάξαι φησὶ τῷ παιδὶ ταῦτα ποιεῖν, ψευδόμενος· πῶς γὰρ ἐγὼ προσέταξα, ὃς ὅτʼ ἐξέπλεον τῶν γενησομένων ἐνταῦθʼ οὐδʼ ὁτιοῦν δήπουθεν ᾔδειν; 37.24εἶτα καὶ πόση μωρία, λέγονθʼ ὡς ἐπεβούλευον ἀτιμῶσαι καὶ τὰ ἔσχατα πρᾶξαι, οἰκέτῃ με ταῦτα προστάξαι γεγραφέναι, οὐδὲ πολίτης πολίτην δύναιτʼ ἂν ποιῆσαι; τί οὖν ἐστι τοῦτο; οὐκ ἔχων οἶμαι κατʼ οὐδὲν διὰ τὴν ἀποδημίαν εἰς ἐμὲ τούτων ἀνενεγκεῖν τι, συκοφαντεῖν δὲ βουλόμενος, ὡς προσέταξα, ἐνέγραψεν· οὐδὲ γὰρ λόγος ἦν, εἰ μὴ τοῦτʼ ἐποίησε. 37.25λέγε τἀκόλουθον.Ἔγκλημα

καὶ ἐπειδὴ ὦφλον ἐγὼ τῷ δημοσίῳ, καταστήσας Ἀντιγένην τὸν ἑαυτοῦ οἰκέτην εἰς τὸ ἐργαστήριον τὸ ἐμὸν τὸ ἐπὶ Θρασύλλῳ κύριον τῶν ἐμῶν, ἀπαγορεύοντος ἐμοῦ.

ἐπίσχες. πάλιν ταυτὶ πάνθʼ ὑπʼ αὐτοῦ τοῦ πράγματος ἐξελεγχθήσεται ψευδόμενος. γέγραφεν γὰρ καταστῆσαι μὲν ἐμέ, ἀπαγορεύειν δʼ αὑτόν. ταῦτα δʼ οὐχ οἷόν τε τὸν μὴ παρόντα. οὔτε γὰρ καθίστην ἐγώ, γʼ ὢν ἐν τῷ Πόντῳ, οὔτʼ ἀπηγόρευεν οὗτος τῷ μὴ παρόντι· πῶς γάρ; 37.26πῶς οὖν εἰς ἀνάγκην ἦλθεν ταῦθʼ οὕτω γράψαι; Εὔεργος τότʼ οἶμαι πλημμελῶν ὧν δέδωκε δίκην, συνήθως ἔχων ἐμοὶ καὶ γνώριμος ὢν κατέστησεν τὸν οἰκέτην οἴκοθεν λαβὼν παρʼ ἐμοῦ φυλάττειν ὡς αὑτόν. εἰ μὲν οὖν ἔγραψε τἀληθές, γέλως ἂν ἦν· τί γάρ, εἰ κατέστησεν Εὔεργος, ἐγώ σʼ ἀδικῶ; φεύγων δὲ τοῦτο τοιαῦτʼ ἠνάγκασται γράφειν, ἵνʼ πρὸς ἔμʼ αὐτῷ τὸ ἔγκλημα. λέγε τὰ ἐφεξῆς.Ἔγκλημα

κἄπειτα πείσας τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα ἐπὶ βλάβῃ τῇ ἐμῇ.

37.27τουτὶ παντελῶς ἤδη καὶ ἀναιδές ἐστιν· οὐ γὰρ μόνον ἐκ τοῦ προκαλεῖσθαι τούτους παραδοῦναι, τοῦτον δὲ μὴ ʼθέλειν, ἀλλὰ καὶ ἐκ πάντων δῆλόν ἐστιν ψεῦδος ὄν. τίνος γὰρ εἵνεκʼ ἔπειθον; ἵνα νὴ Δίʼ αὐτοὺς κτήσωμαι. ἀλλʼ αἱρέσεώς μοι δοθείσης ἔχειν κομίσασθαι τὰ ἐμαυτοῦ, εἱλόμην κομίσασθαι, καὶ ταῦτα μεμαρτύρηται. λέγε δὴ τὴν πρόκλησιν ὅμως.Πρόκλησις

37.28ταύτην τοίνυν οὐχὶ δεξάμενος τὴν πρόκλησιν, ἀλλὰ φυγών, σκέψασθʼ οἷον εὐθέως μετὰ ταῦτʼ ἐγκαλεῖ. λέγε τοὐχόμενον.Ἔγκλημα

καὶ κατεργασάμενος τὴν ἀργυρῖτιν, ἣν οἱ ἐμοὶ οἰκέται ἠργάσαντο, καὶ ἔχων τὸ ἀργύριον τὸ ἐκ ταύτης τῆς ἀργυρίτιδος.

πάλιν ταῦτα πῶς ἔνεστʼ ἐμοὶ πεπρᾶχθαι τῷ μὴ παρόντι,καὶ περὶ ὧν Εὐέργου κατεδικάσω; 37.29λέγε δʼ αὐτοῖς τὸ ἐφεξῆς.Ἔγκλημα

καὶ ἀποδόμενος τὸ ἐργαστήριον τὸ ἐμὸν καὶ τοὺς οἰκέτας παρὰ τὰς συνθήκας, ἃς ἔθετο πρός με.

ἐπίσχες. τουτὶ πολὺ πάνθʼ ὑπερβέβληκεν τἄλλα. πρῶτον μὲν γὰρ παρὰ τὰς συνθήκας φησίν, ἃς ἔθετο πρὸς ἐμέ. αὗται δʼ εἰσὶ τίνες; ἐμισθώσαμεν τῶν τόκων τῶν γιγνομένων τούτῳ τὰ ἡμέτερʼ ἡμεῖς, καὶ ἄλλʼ οὐδέν· πρατὴρ μὲν γὰρ Μνησικλῆς ἡμῖν ἐγεγόνει τούτου παρόντος καὶ κελεύοντος. 37.30μετὰ ταῦτα δὲ τὸν αὐτὸν τρόπον ἡμεῖς ἑτέροις ἀπεδόμεθα, ἐφʼ οἷσπερ αὐτοὶ ἐπριάμεθα, οὐ μόνον κελεύοντος ἔτι τούτου, ἀλλὰ καὶ ἱκετεύοντος· οὐδεὶς γὰρ ἤθελεν δέχεσθαι τοῦτον πρατῆρα. τί οὖν αἱ τῆς μισθώσεως ἐνταῦθα συνθῆκαι; τί τοῦτʼ, φαυλότατʼ ἀνθρώπων, ἐνέγραψας; ἀλλὰ μὴν ὅτι σοῦ κελεύοντος καὶ ἐφʼ οἷσπερ ἐωνήμεθʼ αὐτοὶ πάλιν ἀπεδόμεθα, λέγε τὴν μαρτυρίαν.Μαρτυρία

37.31μαρτυρεῖς τοίνυν καὶ σύ· γὰρ ἡμεῖς πέντε καὶ ἑκατὸν μνῶν ἐωνήμεθα, ταῦθʼ ὕστερον τριῶν ταλάντων καὶ δισχιλίων καὶ ἑξακοσίων ἀπέδου σύ· καίτοι τίς ἂν καθάπαξ πρατῆρά σʼ ἔχων σοὶ δραχμὴν ἔδωκε μίαν; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.Μάρτυρες

37.32ἔχων μὲν τοίνυν ἣν ἐπείσθη τῶν αὑτοῦ τιμήν, δεηθεὶς δʼ ἐμοῦ τὸ γενέσθαι πρατῆρα καθʼ συνέβαλον ἀργύριον, αὑτὸς δυοῖν ταλάντοιν προσδικάζεται. καὶ τὰ λοιπὰ τῶν ἐγκλημάτων ἔτʼ ἐστὶ δεινότερα. λέγε δή μοι τὸ λοιπὸν τοῦ ἐγκλήματος.Ἔγκλημα

37.33ἐνταυθὶ πόλλʼ ἄττα καὶ δεινά μοι ἅμʼ ἐγκαλεῖ· καὶ γὰρ αἴκειαν καὶ ὕβριν καὶ βιαίων καὶ πρὸς ἐπικλήρους ἀδικήματα. τούτων δʼ εἰσὶν ἑκάστου χωρὶς αἱ δίκαι καὶ οὔτε πρὸς ἀρχὴν τὴν αὐτὴν οὔθʼ ὑπὲρ τιμημάτων τῶν αὐτῶν, ἀλλʼ μὲν αἴκεια καὶ τὰ τῶν βιαίων πρὸς τοὺς τετταράκοντα, αἱ δὲ τῆς ὕβρεως πρὸς τοὺς θεσμοθέτας, ὅσα δʼ εἰς ἐπικλήρους, πρὸς τὸν ἄρχοντα. οἱ δὲ νόμοι καὶ τούτων διδόασι τὰς παραγραφὰς ἀντιλαγχάνειν, περὶ ὧν οὐκ εἰσὶν εἰσαγωγεῖς. λέγε δʼ αὐτοῖς τουτονὶ τὸν νόμον.Νόμος

37.34τοῦτο τοίνυν ἐμοῦ παραγεγραμμένου πρὸς τῇ ἄλλῃ παραγραφῇ, “καὶ οὐκ ὄντων εἰσαγωγέων τῶν θεσμοθετῶν ὑπὲρ ὧν λαγχάνει Πανταίνετος,” ἐξαλήλιπται καὶ οὐ πρόσεστι τῇ παραγραφῇ. τὸ δʼ ὅπως, ὑμεῖς σκοπεῖτε· ἐμοὶ μὲν γάρ, ἕως ἂν ἔχω τὸν νόμον αὐτὸν δεικνύναι, οὐδʼ ὁτιοῦν διαφέρει· οὐ γὰρ τὸ γιγνώσκειν καὶ συνιέναι τὰ δίκαιʼ ὑμῶν ἐξαλεῖψαι δυνήσεται.

37.35λαβὲ δὴ καὶ τὸν μεταλλικὸν νόμον· καὶ γὰρ ἐκ τούτου δείξειν οἴομαι, οὔτʼ οὖσαν εἰσαγώγιμον τὴν δίκην, χάριτός τʼ ὢν μᾶλλον ἄξιος τοῦ συκοφαντεῖσθαι. λέγε.Νόμος

οὗτος σαφῶς νόμος διείρηκεν ὧν εἶναι δίκας προσήκει μεταλλικάς. οὐκοῦν μὲν νόμος, ἐάν τις ἐξίλλῃ τινὰ τῆς ἐργασίας, ὑπόδικον ποιεῖ· ἐγὼ δʼ οὐχ ὅπως αὐτὸς ἐξίλλω, ἀλλʼ ὧν τοῦτον ἄλλος ἀπεστέρει, τούτων ἐγκρατῆ κατέστησα καὶ παρέδωκα, καὶ πρατὴρ τούτου δεηθέντος ἐγενόμην. 37.36ναί, φησίν· ἀλλὰ κἂν ἄλλο τι ἀδικῇ τις περὶ τὰ μέταλλα, καὶ τούτων εἰσὶν δίκαι. ὀρθῶς γʼ, Πανταίνετε· ἀλλὰ ταῦτα τί ἐστιν; ἂν τύφῃ τις, ἂν ὅπλʼ ἐπιφέρῃ, ἂν ἐπικατατέμνῃ τῶν μέτρων ἐντός. ταῦτʼ ἐστὶν τἄλλα, ὧν οὐδὲν δήπου πέπρακται πρὸς ὑμᾶς ἐμοί, πλὴν εἰ τοὺς κομιζομένους προεῖντό σοι, μεθʼ ὅπλων ἥκειν νομίζεις. εἰ δὲ ταῦθʼ ἡγεῖ, πρὸς ἅπαντας τοὺς προϊεμένους τὰ ἑαυτῶν εἰσί σοι δίκαι μεταλλικαί. 37.37ἀλλʼ οὐ δίκαιον. φέρε γάρ, ὅστις ἂν μέταλλον παρὰ τῆς πόλεως πρίηται, τοὺς κοινοὺς παρελθὼν νόμους, καθʼ οὓς καὶ διδόναι καὶ λαμβάνειν πᾶσι προσήκει δίκας, ἐν ταῖς μεταλλικαῖς δικάσεται, ἐὰν δανείσηται παρά του; τί δʼ, ἂν κακῶς ἀκούσῃ; ἂν πληγὰς λάβῃ; ἂν κλοπὴν ἐγκαλῇ; 37.38ἂν προεισφορὰν μὴ κομίζηται; ἂν ὅλως ἄλλο τι; ἐγὼ μὲν οὐκ οἴομαι, ἀλλὰ τὰς μεταλλικὰς εἶναι δίκας τοῖς κοινωνοῦσι μετάλλου καὶ τοῖς ἕτερον συντρήσασιν εἰς τὰ τῶν πλησίον καὶ ὅλως τοῖς ἐργαζομένοις τὰ μέταλλα καὶ τῶν ἐν τῷ νόμῳ τι ποιοῦσιν, τῷ δὲ δανείσαντι Πανταινέτῳ, καὶ ταῦτʼ ἀπειληφότι γλίσχρως καὶ μόλις παρὰ τούτου, οὐκ εἶναι δίκην μεταλλικὴν πρὸς φευκτέον, οὐδʼ ἐγγύς.

37.39ὡς μὲν οὖν οὔτʼ ἠδίκηκα τοῦτον οὐδὲν οὔτʼ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν δίκη, ταῦτʼ ἄν τις σκοπῶν ῥᾳδίως γνοίη. οὐδὲν τοίνυν δίκαιον ἔχων οὐδὲ καθʼ ἓν λέγειν ὑπὲρ ὧν ἐγκαλεῖ, ἀλλὰ καὶ ψευδῆ γεγραφὼς εἰς τὸ ἔγκλημα καὶ περὶ ὧν ἀφῆκε δικαζόμενος, τοῦ ἐξελθόντος μηνός, ἄνδρες Ἀθηναῖοι, ἐπειδὴ ἔμελλον εἰσιέναι τὴν δίκην, ἤδη τῶν δικαστηρίων ἐπικεκληρωμένων, προσελθὼν καὶ περιστήσας τοὺς μεθʼ ἑαυτοῦ, τὸ ἐργαστήριον τῶν συνεστώτων, πρᾶγμα ποιεῖ πάνδεινον· 37.40ἀναγιγνώσκει μοι πρόκλησιν μακράν, ἀξιῶν, ὅν φησιν οἰκέτην ταῦτα συνειδέναι, βασανίζεσθαι, κἂν μὲν ταῦτʼ ἀληθῆ, τὴν δίκην ἀτίμητον ὀφλεῖν αὑτῷ, ἐὰν δὲ ψευδῆ, τὸν βασανιστὴν Μνησικλέα ἐπιγνώμονʼ εἶναι τῆς τιμῆς τῆς τοῦ παιδός. λαβὼν δʼ ἐγγυητὰς τούτων παρʼ ἐμοῦ, καὶ σημηναμένου τὴν πρόκλησιν ἐμοῦ, οὐχ ὡς δίκαιον ὄν (ποῦ γάρ ἐστι δίκαιον, 37.41ἐν οἰκέτου σώματι καὶ ψυχῇ δύʼ ὠφληκέναι τάλαντα, μηδὲν τὸν συκοφαντοῦντα ζημιοῦσθαι;) ἀλλʼ ἐγὼ πολλῷ τῷ δικαίῳ περιεῖναι βουλόμενος συνεχώρουν. καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς (οὕτως εὐθὺς ἦν δῆλος οὐδʼ οἷς αὐτὸς ὡρίσατʼ ἐμμένων δικαίοις37.42ἐπειδὴ δʼ ἥκομεν πρὸς τὸν βασανιστήν, ἀντὶ τοῦ τὴν πρόκλησιν ἀνοίξας δεῖξαι τὰ γεγραμμένα καὶ κατὰ ταῦτα πράττειν τι δόξαι (διὰ γὰρ τὸν θόρυβον τότε καὶ τὸ μέλλειν καλεῖσθαι τὴν δίκην τοιοῦτον ἦν· προκαλοῦμαί σε ταυτί· δέχομαι· φέρε δὴ τὸν δακτύλιον· λαβέ· τίς δʼ ἐγγυητής; οὑτοσί· οὐδὲν οὔτʼ ἀντίγραφον οὔτʼ ἄλλʼ οὐδὲν ἐποιησάμην τοιοῦτον) ἀντὶ δὲ τοῦ ταῦθʼ οὕτως ὥσπερ λέγω πράττειν ἑτέραν ἧκεν ἔχων πρόκλησιν, ἀξιῶν αὐτὸς βασανίζειν τὸν ἄνθρωπον, καὶ ἐπιλαβόμενος εἷλκεν, καὶ ἐνέλειπεν οὐδὲν ἀσελγείας. 37.43καὶ ἔγωγʼ ἐνεθυμήθην, ἄνδρες δικασταί, ἡλίκον ἐστὶ πλεονέκτημα τὸ καταπεπλάσθαι τὸν βίον. ἐγὼ γὰρ ἐμαυτῷ ταῦτα πάσχειν ἐδόκουν καταφρονούμενος τῷ ἁπλῶς καὶ ὡς πέφυκα ζῆν, καὶ δίκην διδόναι παμμεγέθη ταῦτʼ ἀνεχόμενος. ὅτι δʼ οὖν ἠναγκαζόμην, παρʼ ἡγούμην δίκαιʼ εἶναι, ἀντιπροκαλεῖσθαι, καὶ τὸν οἰκέτην παρεδίδουν, καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, λέγε τὴν πρόκλησιν.Πρόκλησις

37.44φυγὼν μὲν τοίνυν ταῦτα, φυγὼν δʼ τὸ πρῶτον αὐτὸς προὐκαλέσατο, ἔγωγʼ, τι ποτʼ ἐρεῖ πρὸς ὑμᾶς, θαυμάζω. ἵνα δʼ εἰδῆθʼ ὑφʼ οὗ φησὶ καὶ τὰ δεινὰ πεπονθέναι, θεάσασθε. οὗτός ἐστιν Πανταίνετον ἐκβαλών, οὗτός ἐσθʼ κρείττων τῶν φίλων τῶν Πανταινέτου καὶ τῶν νόμων. οὐ γὰρ ἔγωγʼ ἐπεδήμουν, οὐδʼ αὐτὸς ἐγκαλεῖ.

37.45βούλομαι δʼ ὑμῖν καὶ διʼ ὧν τοὺς πρότερον δικαστὰς ἐξαπατήσας εἷλε τὸν Εὔεργον εἰπεῖν, ἵνʼ εἰδῆθʼ ὅτι καὶ νῦν οὐδὲν οὔτʼ ἀναιδείας οὔτε τοῦ ψεύδεσθαι παραλείψει. πρὸς δὲ τούτοις καὶ περὶ ὧν ἐμοὶ δικάζεται νυνί, τὰς αὐτὰς οὔσας ἀπολογίας εὑρήσετε· ὅσπερ ἔλεγχος ἀκριβέστατός ἐστιν ὑπὲρ τοῦ τότʼ ἐκεῖνον σεσυκοφαντῆσθαι. οὗτος γὰρ ᾐτιάσατʼ ἐκεῖνον πρὸς ἅπασι τοῖς ἄλλοις ἐλθόντʼ εἰς ἀγρὸν ὡς αὑτὸν ἐπὶ τὰς ἐπικλήρους εἰσελθεῖν καὶ τὴν μητέρα τὴν αὑτοῦ, καὶ τοὺς νόμους ἧκεν ἔχων τοὺς τῶν ἐπικλήρων πρὸς τὸ δικαστήριον. 37.46καὶ πρὸς μὲν τὸν ἄρχοντα, ὃν τῶν τοιούτων οἱ νόμοι κελεύουσιν ἐπιμελεῖσθαι, καὶ παρʼ τῷ μὲν ἠδικηκότι κίνδυνος περὶ τοῦ τί χρὴ παθεῖν ἀποτεῖσαι, τῷ δʼ ἐπεξιόντι μετʼ οὐδεμιᾶς ζημίας βοήθεια, οὐδέπω καὶ τήμερον ἐξήτασται, οὐδʼ εἰσήγγειλεν οὔτʼ ἔμʼ οὔτε τὸν Εὔεργον ὡς ἀδικοῦντας, ἐν δὲ τῷ δικαστηρίῳ ταῦτα κατηγόρει καὶ δυοῖν ταλάντοιν εἷλε δίκην. 37.47ἦν γὰρ οἶμαι κατὰ μὲν τοὺς νόμους προειδότα τὴν αἰτίαν, ἐφʼ κρίνεται, ῥᾴδιον τἀληθῆ καὶ τὰ δίκαιʼ ἐπιδείξαντʼ ἀποφεύγειν, ἐν δὲ μεταλλικῇ δίκῃ, περὶ ὧν οὐδʼ ἂν ἤλπισεν αὑτοῦ κατηγορηθήσεσθαι, χαλεπὸν παραχρῆμʼ ἔχειν ἀπολύσασθαι τὴν διαβολήν· δʼ ὀργὴ <> παρὰ τῶν ἐξηπατημένων ὑπὸ τούτου δικαστῶν, ἐφʼ τὴν ψῆφον εἶχον πράγματι, τούτου κατεψηφίσατο. 37.48καίτοι τὸν ἐκείνους ἐξηπατηκότα τοὺς δικαστάς, ἆρʼ ὀκνήσειν ὑμᾶς ἐξαπατᾶν οἴεσθε; πεπιστευκότʼ εἰσιέναι τοῖς πράγμασιν, ἀλλʼ οὐ τοῖς λόγοις καὶ τοῖς συνεστῶσιν μεθʼ αὑτοῦ μάρτυσιν, τῷ τʼ ἀκαθάρτῳ καὶ μιαρῷ Προκλεῖ, τῷ μεγάλῳ τούτῳ, καὶ Στρατοκλεῖ τῷ πιθανωτάτῳ πάντων ἀνθρώπων καὶ πονηροτάτῳ, καὶ τῷ μηδὲν ὑποστελλόμενον μηδʼ αἰσχυνόμενον κλαήσειν καὶ ὀδυρεῖσθαι; 37.49καίτοι τοσούτου δεῖς ἐλέου τινὸς ἄξιος εἶναι, ὥστε μισηθείης ἂν δικαιότατʼ ἀνθρώπων ἐξ ὧν πεπραγμάτευσαι· ὅς γʼ ὀφείλων μνᾶς ἑκατὸν καὶ πέντε καὶ οὐχ οἷός τʼ ὢν διαλῦσαι, τοὺς ταῦτα συνευπορήσαντας καὶ γενομένους αἰτίους σοι τοῦ τὰ δίκαια ποιῆσαι τοῖς συμβαλοῦσιν ἐξ ἀρχῆς, χωρὶς ὧν περὶ αὐτὰ τὰ συμβόλαιʼ ἠδίκεις, καὶ πρὸς ἀτιμῶσαι ζητεῖς. καὶ τοὺς μὲν ἄλλους τοὺς δανειζομένους ἴδοι τις ἂν ἐξισταμένους τῶν ὄντων· σοὶ δʼ συμβεβληκὼς τοῦτο πέπονθεν, καὶ δανείσας τάλαντον δύʼ ὤφληκεν συκοφαντηθείς. 37.50ἐγὼ δὲ τετταράκοντα μνᾶς δανείσας δυοῖν ταλάντοιν ταυτηνὶ φεύγω δίκην. καὶ ἐφʼ οἷς δανείσασθαι μὲν οὐδεπώποτʼ ἐδυνήθης ἑκατὸν μνῶν πλέον, πέπρακας δὲ καθάπαξ τριῶν ταλάντων καὶ δισχιλίων, εἰς ταῦτα τέτταρʼ ὡς ἔοικεν ἠδίκησαι τάλαντα. ὑπὸ τοῦ ταῦτα; ὑπὸ τοῦ οἰκέτου νὴ Δία τοῦ ἐμοῦ. τίς δʼ ἂν οἰκέτῃ παραχωρήσειε πολίτης τῶν αὑτοῦ; τίς ἂν φήσειεν, ὧν δίκην λαχὼν ᾕρηκεν οὗτος Εὔεργον, τούτων καὶ τὸν ἐμὸν παῖδʼ ὑπεύθυνον εἶναι προσήκειν; 37.51χωρὶς δὲ τούτων αὐτὸς αὐτὸν οὗτος ἀφῆκε τῶν τοιούτων αἰτιῶν ἁπασῶν. οὐ γὰρ νῦν ἔδει λέγειν, οὐδʼ εἰς τὴν πρόκλησιν γράφειν ἐν βασανίζειν ἐξῄτει, ἀλλὰ λαχόντʼ ἐκείνῳ τὴν δίκην τὸν κύριον διώκειν ἐμέ. νῦν δʼ εἴληχεν μὲν ἐμοί, κατηγορεῖ δʼ ἐκείνου. ταῦτα δʼ οὐκ ἐῶσιν οἱ νόμοι· τίς γὰρ πώποτε τῷ δεσπότῃ λαχών, τοῦ δούλου τὰ πράγματα, ὥσπερ κυρίου, κατηγόρησεν;

37.52ἐπειδὰν τοίνυν τις αὐτὸν ἔρηταικαὶ τί δίκαιον ἕξεις λέγειν πρὸς Νικόβουλον;” μισοῦσι, φησίν, Ἀθηναῖοι τοὺς δανείζοντας· Νικόβουλος δʼ ἐπίφθονός ἐστι, καὶ ταχέως βαδίζει, καὶ μέγα φθέγγεται, καὶ βακτηρίαν φορεῖ· ταῦτα δʼ ἐστὶν ἅπαντα, φησίν, πρὸς ἐμοῦ. καὶ ταῦτʼ οὐκ αἰσχύνεται λέγων, οὐδὲ τοὺς ἀκούοντας οἴεται μανθάνειν ὅτι συκοφαντοῦντός ἐστι λογισμὸς οὗτος, οὐκ ἀδικουμένου. 37.53ἐγὼ δʼ ἀδικεῖν μὲν οὐδένα τῶν δανειζόντων οἴομαι, μισεῖσθαι μέντοι τινὰς ἂν εἰκότως ὑφʼ ὑμῶν, οἳ τέχνην τὸ πρᾶγμα πεποιημένοι μήτε συγγνώμης μήτʼ ἄλλου μηδενός εἰσιν ἀλλʼ τοῦ πλείονος. διὰ γὰρ τὸ καὶ δεδανεῖσθαι πολλάκις, μὴ μόνον αὐτὸς τούτῳ δανεῖσαι, οὐδʼ ἐγὼ τούτους ἀγνοῶ, οὐδὲ φιλῶ, οὐ μέντοι γʼ ἀποστερῶ μὰ Δία, οὐδὲ συκοφαντῶ. 37.54ὅστις δʼ εἴργασται μὲν ὥσπερ ἐγὼ πλέων καὶ κινδυνεύων, εὐπορήσας δὲ μικρῶν ἐδάνεισεν ταῦτα, καὶ χαρίσασθαι βουλόμενος καὶ μὴ λαθεῖν διαρρυὲν αὑτὸν τἀργύριον, τί τις ἂν τοῦτον εἰς ἐκείνους τιθείη; εἰ μὴ τοῦτο λέγεις, ὡς ὃς ἂν σοὶ δανείσῃ, τοῦτον δημοσίᾳ μισεῖσθαι προσήκει. λέγε δή μοι τὰς μαρτυρίας, τίς ἐγὼ πρὸς τοὺς συμβάλλοντας ἄνθρωπος καὶ πρὸς τοὺς δεομένους εἰμί.Μαρτυρίαι

37.55τοιοῦτος, Πανταίνετε, ἐγώ, ταχὺ βαδίζων, καὶ τοιοῦτος σύ, ἀτρέμας. ἀλλὰ μὴν περὶ τοῦ ἐμοῦ γε βαδίσματος τῆς διαλέκτου, τἀληθῆ πάντʼ ἐρῶ πρὸς ὑμᾶς, ἄνδρες δικασταί, μετὰ παρρησίας. ἐγὼ γὰρ οὐχὶ λέγηθʼ ἐμαυτόν, οὐδʼ ἀγνοῶ, οὐ τῶν εὖ πεφυκότων κατὰ ταῦτʼ ὢν ἀνθρώπων, οὐδὲ τῶν λυσιτελούντως ἑαυτοῖς. εἰ γὰρ ἐν οἷς μηδὲν ὠφελοῦμαι ποιῶν, λυπῶ τινάς, πῶς οὐκ ἀτυχῶ κατὰ τοῦτο τὸ μέρος; 37.56ἀλλὰ τί χρὴ παθεῖν; ἂν τῷ δεῖνι δανείσω, διὰ ταῦτα δίκην προσοφλεῖν; μηδαμῶς. κακίαν γὰρ ἐμοὶ καὶ πονηρίαν οὔθʼ οὗτος προσοῦσαν οὐδεμίαν δείξει, οὔθʼ ὑμῶν τοσούτων ὄντων οὐδὲ εἷς σύνοιδεν. τἄλλα δὲ ταῦθʼ ἕκαστος ἡμῶν, ὅπως ἔτυχεν, πέφυκεν οἶμαι. καὶ φύσει μάχεσθαι μὲν ἔχοντʼ οὐκ εὔπορόν ἐστιν (οὐ γὰρ ἂν ἀλλήλων διεφέρομεν οὐδέν), γνῶναι δʼ ἰδόνθʼ ἕτερον καὶ ἐπιπλῆξαι ῥᾴδιον. 37.57ἀλλὰ τί τούτων ἐμοὶ πρὸς σέ, Πανταίνετε; πολλὰ καὶ δεινὰ πέπονθας; οὐκοῦν εἴληφας δίκην. οὐ παρʼ ἐμοῦ γε; οὐδὲ γὰρ ἠδικήθης οὐδὲν ὑπʼ ἐμοῦ. οὐ γὰρ ἄν ποτʼ ἀφῆκας, οὐδʼ, ὅτʼ Εὐέργῳ προῃροῦ λαγχάνειν, εἴασας ἐμέ, οὐδὲ πρατῆρʼ ἠξίωσας ὑποστῆναι τόν γε δεινά σε καὶ πόλλʼ εἰργασμένον. εἶτα καὶ πῶς ἂν μὴ παρὼν μηδʼ ἐπιδημῶν ἐγώ τί σʼ ἠδίκησα; 37.58εἰ τοίνυν ὡς οἷόν τε μέγιστʼ ἠδικῆσθαι δοίη τις αὐτῷ καὶ ἐρεῖν ἅπαντʼ ἀληθῆ περὶ τούτων νυνί, ἐκεῖνό γʼ οἶμαι πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, ὅτι πολλὰ συμβέβηκεν ἠδικῆσθαί τισιν ἤδη μείζω τῶν εἰς χρήματα γιγνομένων ἀδικημάτων· καὶ γὰρ ἀκούσιοι φόνοι καὶ ὕβρεις εἰς μὴ δεῖ καὶ πόλλʼ ἄλλα τοιαῦτα γίγνεται. ἀλλʼ ὅμως ἁπάντων τούτων ὅρος καὶ λύσις τοῖς παθοῦσι τέτακται τὸ πεισθέντας ἀφεῖναι. 37.59καὶ τοῦθʼ οὕτω τὸ δίκαιον ἐν πᾶσιν ἰσχύει, ὥστʼ ἐὰν ἑλών τις ἀκουσίου φόνου καὶ σαφῶς ἐπιδείξας μὴ καθαρόν, μετὰ ταῦτʼ αἰδέσηται καὶ ἀφῇ, οὐκέτʼ ἐκβαλεῖν κύριος τὸν αὐτόν ἐστιν. οὐδέ γʼ, ἂν παθὼν αὐτὸς ἀφῇ τοῦ φόνου, πρὶν τελευτῆσαι, τὸν δράσαντα, οὐδενὶ τῶν λοιπῶν συγγενῶν ἔξεστʼ ἐπεξιέναι, ἀλλʼ οὓς ἐκπίπτειν καὶ φεύγειν, ἂν ἁλίσκωνται, καὶ τεθνάναι προστάττουσιν οἱ νόμοι, τούτους, ἐὰν ἀφεθῶσιν ἅπαξ, ἁπάντων ἐκλύει τῶν δεινῶν τοῦτο τὸ ῥῆμα. 37.60εἶθʼ ὑπὲρ μὲν ψυχῆς καὶ τῶν μεγίστων οὕτως ἰσχύει καὶ μένει τὸ ἀφεῖναι, ὑπὲρ δὲ χρημάτων καὶ ἐλαττόνων ἐγκλημάτων ἄκυρον ἔσται; μηδαμῶς. οὐ γὰρ εἰ μὴ τῶν δικαίων ἐγὼ παρʼ ὑμῖν τεύξομαι, τοῦτʼ ἔστι δεινότατον, ἀλλʼ εἰ πρᾶγμα δίκαιον ὡρισμένον ἐκ παντὸς τοῦ χρόνου νῦν καταλύσετʼ ἐφʼ ἡμῶν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36 Dem. 37 (English) >>Dem. 38

Powered by PhiloLogic